Ἀστερίου ἐπισκόπου Ἀμασείας εἰς τὸν ἅγιον τοῦ Χριστοῦ μάρτυρα Φωκᾶν
Ἱερὸς μὲν καὶ θεσπεσίος ἅπας ὁ τῶν γενναίων μαρτύρων κατάλογος, πάθει τὴν ὑπὲρ πάθους ἀποδοὺς χάριν, αἵματι δὲ τὴν ὑπὲρ αἵματος τῷ Σωτῆρι τῶν ὅλων ἀμοιβὴν ἐκπληρώσας. Πλὴν ἐν αὐτοῖς τούτοις οὐ μία τῶν πάντων ἡ δόξα, οὐδὲ πρὸς ἓν μέτρον ἴσα τὰ γέρα τοῖς ὅλοις ἀπο κεκλήρωται, ἀλλὰ τὸ πρῶτον καὶ δεύτερον οὐδὲ ὁ τῶν ἁγίων ἐκφεύγει κατάλογος.